Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 471
Not analysed yet
(471) τυφθεῖσα δὲ δυσόργητός ἐστι, καὶ οὐ λήθην ἔξει τῆς βλάβης, οὐδὲ παύσαιτο ἂν εἰς καιρὸν κλέπτουσα, πρὶν ἢ ἀμύνασθαι τὸν ἄρξαντα βλάβης. τυπτομένη δὲ σιωπᾷ, οὐδὲ βοήσει οὐδὲ στεναγμὸν ἀφήσει, ἀλλ’ ἐν τῷ βαθυτάτῳ κρύψει τῆς καρδίας τὴν λύπην. οἰδε γὰρ ὡς ἔχει φύσεως τὸ πικρὸν αὐτῆς τῷ φθόγγῳ συναπορρέειν. ὁ γοῦν ἐθέλων ἐκλύειν αὐτῇ τὸ ἔγκοτον, ἐς τοσοῦτον τυπτέτω, ἔστ’ ἂν ἀφήσῃ μυκηθμόν.