Ancient Greek · ~6 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 474
Not analysed yet
(474) ὧα νόοις ταπίδες γίνονται κάλλισται καὶ ποικιλώταται |ἐκ. τῶν ἐρίων ὧν αἱ κάμηλοι φέρουσιν ἐπί τῆς κεφαλῆς καὶ ἐπὶ τῶν μηρῶν ἐπί τε τοῦ ἄλλου σώματος παντός. καὶ οὐ βέβαπται· παντοδαπὰ δὲ ἄνθη τῶν ἐρίων φύουσιν αἱ κ(άμηnοι αἱ νδικαὶ πλὴν πορφυροειδοῦς καὶ πρασίνου καὶ ψοικίνου, τὰ δ’ ἄλλα ἔχουσιν ἐρίων χρώματα αὐτοφυῆ αἱ κάμ⟨ηλοι. >αἱ μὲν γὰρ σφόδρα λευκὰ φέρουσι τὰ ἔρια αὐτόθι, αἱ δὲ σφόδ μέλανα καὶ μαλακά, αἱ δὲ κυάνεα, αἱ δὲ ὥσπερ ὄνου τὴν χρ⟨όαν,) αἱ δὲ πέλια, αἱ δὲ πυρρά, αἱ δὲ κροκοειδῆ, αἱ δὲ ἀτρέμας ὑπόχλωρα· ὡς δὲ τὸ σύμπαν εἰπεῖν, ἔρια παντοδαπὰ φύουσιν Ἰνδικαὶ κάμηλοι πλὴν τῶν εἰρημένων χρωμάτων. ἐκ τούτων οὖν τῶν ἐρίων καὶ χρωμάτων ποιοῦσι τὰς ταπίδας, καὶ οὐ βάπτουσι τὰ ἔρια, ἀλλὰ πολλῷ ταῦτα βελτίω εἰσὶ τῶν βαπτομένων καὶ οὐκ ἐξίτηλά ἐστιν ὥσπερ τὰ ἐκ τῶν προβάτων ἔρια βαπτόμενα. γίνεται δὲ καλὸν τὸ χρῶμα καὶ τὸ κτῆμα τῶν ταπίδων. οἴμαι δὲ ὅτι οὐδαμοῦ γῆς γίνονται παρομοίας φύσεως, οὐδὲ ζῷα ποικιλώτερα καὶ ὀρθότερα ἔχουσι ταπίδες ἢ ἐν Ἰνόοις τὰ ἐκ τῶν καμήλων ποιοῦσιν ἔρια. ἄγουσι δὲ καὶ εἰτ llέρσας τούτων τῶν ταπίδων οἱ ἔμποροι οἱ Bάκτριοι καὶ οἱ ἄλλοι οἱ ἐμπορευόμενοι εἰς τὴν Ἰνδικὴν γῆν ἐπὶ τῶν καμήλων, καὶ πωλοῦσι τὰς τοιαύτας διαγεγραμμένας ταπίδας μάλα τιμίας, καὶ περὶ πολλοῦ αὐτὰς ποιοῦνται οἱ llἔρσαι, καὶ ὀ Ἰνδῶν βασιmεὸς δῶρα πέμπει τῷ llερσῶν βασιλεῖ τούτων τῶν ταπίδων. εἰσὶ δὲ καὶ ἀπὸ τῶν προβάτων ταπίδες ἐν τοῖς νόοις γινόμεναι, οἰσί περ ἐν Aἰγόπτῳ καὶ φάρδεσι ποιοῦνται, καὶ βάπτουσι κἀκεῖνα καὶ ποικίλλουσιν, ἀλλ’ οὐδὲν ὅμοιά εἰσι ταῖς ἐκ τῶν καμήλων ταπίσι γινομέναις.