Ancient Greek · ~7 min
475 to 488
Aristophanes of Byzantium, Historiae Animalium Epitome 475-488
Not analysed yet
(475) Ἐκ τῆς Ἑξαημέρου τοῦ θείου Βασιλείου. Μακρὸς δ τράχηλος τῆς καμήλου, ἵνα τοῖς ποσὶν ἐξιὲάζηται καὶ ἐφικνῆται τῆς βοτάνης ἐξ ἤς ἀποζῇ. (476) Ἀριστοφάνους. Ἔστι μεν τῶν |δισχιδῶν κυνοδόντων ὁ ἔλαφος. οὐδὲν γὰρ τῶν τὰ κέρατα ἐχόντων οὔτε χαυλιόδουν ἐστὶν οὔτε καρχαρόδουν, οὔτε τοὺς ἄν ὀδόντας ἔχει διὰ τὸ εἰς τὴν τῶν κεράτων φύσιν αὐτοὺς ἀπολ⟨εμύσθαι. (477) ἔχει δὲ ὁ ἔλαφος μόνος τῶν κερατοφόρων τὰ κέρ(ατα) δι’ ὅλου στερεά, τῶν ἄλλων τὰ προσφυῆ τῷ κρανίῳ κοῖλα ἐχ(όντωνύ (478) ἀποβάλλει δὲ ὀ ἔλαφος τὰ κέρατα κατ’ ἔτος. (479) ἔχει δὲ αἰδο(ῖον⟩ μακρὸν καὶ νευρῶδες,ὅμοιον καμήλου. (480) διοιχθεῖσα δὲ χολὴν μὲν οὐκ ἔχει, αἱ δὲ λεγόμεναι ἀχαίναι ἐν τῇ κέρκῳ τὴν χολὴν ἔχουσι. τῶν δὲ μὴ ἐχουσῶν χολὴν τὸ ἔντερον τοῖς γευομένοις πικρὸν ὑπάρχει. (481) ἔχει δὲ καὶ αὐτὴ κοιλίας τέσσαρας, ἐχῖνον κεκρύφαλον ἤνυστρον καὶ τὴν ἰδίως `λεγομένην κοιλίαν. (482) ὁ δὲ ἄρρην τὸ μὲν αἰδοῖον ἔχει ἐκτός, τοὺς δὲ ὄρχεις παρὰ τοὺς νεφρούς. ἐκτμηθεὶς δὲ τοὺς ὄρχεις οὐκέτι φέρει κέρατα, εἰ δὲ τύχῃ ἔχων ἀποβάλλει. (483) ἔστι δὲ τὸ αἶμα τῆς ἐλάφου ἄπηκτον· οὐ γὰρ ἔχει ἶνας, διὸ οὐδὲ πήσσεται. (484) ἄρχεται δὲ ὀχεύειν καὶ ὀχεόεσθαι ὴ θήλεα ἄλλη ἄλλως πρὸς τοὺς τόπους ἐν οἷς καὶ βιοῖ. (485) ἔστι δὲ ἂγαν ἀφροδισιαστικὸν τοῦτο τὸ ζῷον. (486) βαίνει δὲ ὁ ἄρρην ὑποφευγούσης τῆς θηλείας· οὐ γὰρ ὑπομένει αὐτοῦ τὴν συντονίαν τοῦ αἰδοίου· ὥστε μὴ ἑστώσης ἐνίεσθαι τὸ σπέρμα, ἀλλ’ ὑποτρεχούσης. (487) κόειδὲ ἡἔλαφος μῆνας ὀκτώ, τῷ δ’ ἐνάτῳ τίκτει. κατεσθὡι δὲ τὸ χόριον ὡς καὶ οἱ κύνες. τίκτει δὲ ἐν ταῖς τρίῷβοις· τὰ γὰρ θηρία εἰς τὰς ὁδοὺς οὐ προσέρχονται διὰ τοὺς ἀνθρώπους. (488) λέγεται δὲ ὡς παχυνθεῖσα ἐκτοπίζει, ἵνα μὴ συλληφθῇ, καὶ ὅτι τὸ ἀριστερὸν κέρας ἀποβαλοῦσα κατορύσσει φθόνῳ, ἵνα μὴ εὑρεθῇ, ἀντιφάρμακον τινῶν ὑπάρχον. πᾶσαι δὲ ἀποβάλλουσαι τὰ κέρατα κρύπτονται καθάπερ τὰ ὅπλα ἀποβεβληκυῖαι.