Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 500
Not analysed yet
(500) Tοῦ αδτοῦ ἐκ τοῦ πλάτους. Ἑλαψος ὄφιν νικᾷ κατά τινα φύσεως δωρεὰν θαυμαστήν· καὶ οὐκ ἂν αὐτὸν διαλάθοι ἐν τῷ φωλεῷ ὥν ὁ ἔχθιστος, ἀλλὰ προσερείσας τῇ καταδρομῇ τοῦ φωλεοῦ τοὺς αὑτοῦ μυκτῆρας βιαιότατα εἰσπνεῖ, καὶ ἕλκει ὡς ἴυγγι τῷ πνεύματι, καὶ ἄκοντα προει καὶ προκύπτοντα αὐτὸν ἐσθίειν ἄρχεται· καὶ μάλιστά γὰ. χεμῶνος δρᾷ τοῦτο. ἤδη μέντοι καὶ κέρας ἐλάφου τις ξέσας, εἶ τὸ ξέσμα εἰς πῦρ ἐνέβαλε, καὶ ὁ καπνὸς ἀνιῶν διώκει τοὺς ὄφεις πανταχόθεν, τὴν ὀσμὴν μὴ ὑπομένοντας.