Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 501
Not analysed yet
(501) Λῖ ἐν Σόροις ἔλαίφοι γί>νονται μὲν ἐν ὄρεσι μεγίστοις, Ἀμανῷ τε καὶ Aιβάνῳ καὶ Καρίμήλῳ· >ὅταν ?βουληθῶσι περαιώσασθαι θάλασσαν. ἐπὶ τὰς ἠ ἀφικνοῦνται καὶ ἂναμένουσι τοῦ πνεύματος τὴν ψύσιν, καὶ ἡνίκα ἂν αἴσθωνται πρᾶον αὐτὸ καὶ ἥσυχον καταπνέον, τηνικαῦτα ἐπιθαρροῦσι τῷ πελάγει. νέουσι δὲ κατὰ στοῖχον καὶ ἀλλήλων ἔχονται, τὰ γένεια αἱ ἑπόμεναι τῶν προηγουμένων τῇ ὀσφύι ἐπερείδουσαι· ἡ τελευταία δὲ γενομένη τῇ πρόσθεν ἐπὶ πάσαις ἑαυτὴν ἐπαναπαύσασα, εἶτα οὐραγεῖ. στέλλονται δὲ ἐπὶ τὴν Κύπρον πόθῳ τῆς πόας τῆς ἐκεῖ· λέγεται γὰρ εἶναι βαθεῖα καὶ νομὰς ἀγαθὰς ἔχειν. καὶ λέγουσί γε Κόπριοι εὔγαιον οἰκεῖν χῶρον, καὶ ταῖς Αἰγυπτίων ἀρούραις τοκμῶσιν ἀντικρῖναι τὰς σφετέρας. ἔλαφοι δὲ καὶ ἕτεραι τήνδε τὴν νῆξιν ἀποδείκνυνται. αἱ γοῦν Ἠπειρώτιδες ἐς τὴν Κέρκυραν διανήχονται, ἀντίπορθμοι δὲ ἀλλήλαιτ αἵθε εἰσίν.