Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 502
Not analysed yet
(502) ἔλαφος, ὡς ἀκοόω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑήσποντόν ἐστι λόφος κὰι νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὧτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα δι’ ἔτους ὅλου. τί πρὸς ταῦτα, ὧ ἄνθρωποι, ὑμεῖς, οὅς οὐκ ἂν ἐμπλήσαι ἕως θανάτου οδδ’ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;