Ancient Greek · ~8 min
508 to 520
Aristophanes of Byzantium, Historiae Animalium Epitome 508-520
Not analysed yet
(508) ὁ δ’ ἐν Ἀραχώτας ἱππέλαφος, οἳ παρὰ τὰς ἐσχάτας εἰσι τῆς Λιβύης, ὁ πόλος μὲν τὴν τρίχά, κεράτων δὲ ἄγονος, οὐ γνήσιόν τι γένος ἐλάφων ἐστίν, ἀλλ’ ἄτοπον καὶ συγκεκραμένον, ὡς ἂν ἀφ’ ἵππου τε καὶ ἐλάφου, καθάπερ ἔχει καὶ τοὔνομα, συνελθών. (509) ἀνάληθες δὲ καὶ τὸ τὰ κέρατα τὸν ἔλαφον ἀποβάλλειν ἐκτμηθέντα τοὺς ὄρχεις. (510) γίνεσθαι δὲ αὐτόν φασιν ἀγαθὸν τοὺς δφθαλμοὸς τῆς ἐχίδνης ἐδηδοκότα. (511) ἔλαφος μὲν οδν θήλεια τὰ τέκνα παραλαβοῦσα ἐπὶ κρημνοὺς ἂγει καὶ τόπους ἀνάντεις, καὶ γυμνάζει αὐτὰ πρὸς δρόμον, καὶ ἱδρώτων ἡδέως αὐτοῖς κοινωνεῖ, καὶ πονουμένοις παρ’ ἕκαστα συναθλεῖ. (512) ἁλίσκεται δὲ οὐκ αὐλοῖς μόνον ἔλαφος, ἀλλὰ καὶ τέχναις ἄλλαις τὴν πλάνην ὑφισταμένη. καὶ γάρ τις ἀνὴρ κλάδοις ὅσοι κομῶσιν ἄρτι τοῖς φύλλοις περισκεπὴς γενόμενος καὶ νομιζόμενος εἶναι δένδρον τόξον ἐπὶ χεῖρας ἔχει ἐντεταμένον, ἡ δὲ ὡς ὄντι τῷ δοκοῦντι προσσχοῦσα τῶν φύλλων μεταλαβεῖν ἔρχεται, καὶ οὕτω πικρῶς ἀγρεύεται πληγεῖσα τῷ βέλει. (513) διωκομένη γε μὴν ἔλαφος, εἰ πρὸς ὕδωρ ἐμβάψει τοὺς πόδας, ἀνῆκεν αὐτοὺς τοῦ μόχθου καὶ ὡς ἂν ἀκραφνεῖς ἔχουσα πάλιν ἵησιν ὀξυτάτως. (514) ταύτης ὁ μυελὸς ἤπιον ἐν νόσοις ἐστὶ φάρμακον, τὸ δάκρυον δὲ καὶ λειότερόν τι χρῆμά ἐστιν, ἀφ’ σὖπερ ἡ λεγομένη χαλβάνη γίνεται ἣ πολλαῖς ἀνθρώπων |ἐπήμυνε νόσοις. (515) ἐν ὄρει δὲ ὑποθεὶς ἐλάφου δοράν, ἀλύπως ὑπνώσεις μηδὲν τῶν ἰοβόλων ἐπιστρεφόμενος. (516) καὶ τοῦτο δὲ ἀκοῦσαί φησιν ὡς ᾠοῦ λέπυρον ἀλεκτορίδος ἄρτι τὸν ν ἀπολειψάσης εἴ τις ἐπιμελῶς ἀκουσ ἐπιτρίψει τῷ ὄφει θᾶττον αὐτὸν ἴδῃ διατεινόμενον καὶ ἐκλείποντα. (517) εἰσὶ δὲ πολλὰ τῶν ἐλάφων εἴδη καὶ πολυώνυμα· καλεῖσθαι γὰρ τὰς μὲν ερκηδίας, τὰς δὲ ἰόρκους κεμάδας τε ἄλλας καὶ νεβροὺς καὶ δορκάδας. (518) Αἰλιανοῦ. Ὅτι τὰ ἐν Ἰνδοῖς πρόβατα οὐρὰς πήχεως λέγει Κτησίας ἔχειν. (519) ὄϊς μέντοι ἀβυδινὰς οὐκ ὄψει ποτὲ λευκάς, ἀλλὰ μελαίνας. (520) ἡ δὲ αἲξ τὴν τοῦ πνεύματος εἰσροὴν καὶ διὰ τῶν ὤτων ἔχει. ἀναπνεῖ γὰρ καὶ δι’ αὐτῶν, καὶ αἰσθητικώτατον τῶν διχηλῶν ἐστιν.