Ancient Greek
521 to 533
Aristophanes of Byzantium, Historiae Animalium Epitome 521-533
Not analysed yet
(521) αἶγες δὲ Κεφαλληνίδες οὐ πίνουσιν ὅλως καὶ ὅλους μῆνας ἕξ, (522) αἱ δὲ Αἰγύπτιαι αἶγες ἑκάστη πέντε ἀποτίκτει, καὶ αἱ πλεῖσται αὐτῶν δίδυμα. λέγουσι γὰρ τὸ τοῦ Νείλου πόμα γονιμώτατον εἶναι, κἀντεῦθεν οἱ φιλόκαλοι τῶν νομέων ὕδωρ ἐκ τοῦ Νείλου ταῖς ἑαυτῶν ἀγέλαις ἄγειν μηχανῶνται καὶ μάλιστα ταῖς στερίφαις. (523) καὶ λιμοῦ δὲ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσιν αἶγες. (524) κοιμώμεναι δὲ ἀθρόαι χειμῶνα δηλοῦσι. (525) μάχονται δὲ ὑπὲρ τῶν θηλειῶν τράγοι πρὸς τράγους, ταῦροι πρὸς ταύρους καὶ ὄϊες πρὸς ὄϊας. (526) καὶ πρόβατα δὲ ὀρύττοντα ταῖς ὁπλαῖς τὴν γῆν χειμῶνα σημαίνει· ἀναβαινόμενα δὲ τὰ αὐτὰ χειμῶνα ὁμολογεῖ. (527) ἄρνες δὲ καὶ ἔριφοι ἀλλήλοις ἐμπηδῶντες φαιδρὰν ἡμέραν δηλοῦσιν. (528) ὑπόχυσιν δὲ ὀφθαλμοῦ αἴξ παθοῦσα πρόσεισι βάτῳ καὶ παραβάλλει τῇ ἀκάνθῃ τὸ ὄμμα νύξαι αὐτό. καὶ ἡ μὲν ἐκέντησε, τὸ δὲ ὑγρὸν ἐξεχώρησε, μένει δὲ ἀπαθὴς ἡ κόρη, καὶ ὁρᾷ αὖθις. καὶ λέγονταί γε οἱ ἄνθρωποι παρ’ ἐκείνης μαθεῖν τὸ ἴαμα. (529) νωθρότερα δὲ τῶν τετραπόδων ἐστὶ πρόβατα καὶ ὄνοι, ἀκόλαστα δὲ κυνοκέφαλοι τράγοι. (530) Σοφὰ δὲ αἰγός ἐστι καὶ ἐκεῖνα. ἔστι γὰρ πόα ἥτις τὴν λύγα τὴν ἀπὸ κόρου γενπμένην ἰᾶται βοσκομένη προβάτοις τε καὶ αἰξίν· ἰᾶται δὲ καὶ τοὺς ἀνθρώπους. (531) μύρῳ δὲ τράγου ῥῖνες χριόμεναι καὶ τὰ γένεια εἰς ὄρεξιν προθυμοτέρους ποιοῦσιν. ὄρεξιν δὲ πάλιν αὐτῶν παόσεις ἐὰν μέσας τὰς οὐρὰς ἀποδήσγῃς λίνῳ. (532) αἱ δέ γε ὄϊς αἱ Ἀράβιαι οὐρὰς ἔχουσι μηκίστας, Ἡρόδοτος λέγει, ὡς εἶναι τριῶν πηχῶν. καὶ οἱ μὲν χειρουργοῦσιν αὐτάς, οἱ δὲ ἐπὶ ἁμαξίδων σύρεσθαι τεχνάζονται ὥστε μὴ ἕλκεσθαι αὐτὰς εἰς γῆν παρατριβομένας· εἶναι δὲ ἄλλας ὄϊς πλατείας ἐχούσας οὐρὰς καὶ ἐς πῆχυν. (533) Ὁ δὲ κριὸς τὸ ζῷον καθ’ ἑκατέραν ἰσημερίαν τὴν κατάκλισιν ἀμείβει· καὶ γὰρ ἐξ μηνῶν τῶν χειμεριωτάτων κατὰ τῆς ἀριστερᾶς κεῖται πλευρᾶς καὶ καθεύδει, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνοι, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας τὸ ἔμπαλιν ἀναπαύεται καὶ κατὰ τῆς δεξιᾶς κεῖται.