Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 544
Not analysed yet
(544) Τοῦ αὐτοῦ ἐκ τοῦ πλάτους. Προβατεῖαι δὲ Ἰνδῶν ὁποῖαι μαθεῖν ἀξιον. τὰς αἶγας καὶ τὰς ὅϊς ὄνων τῶν μεγίστων μείζονας ἀκούω καὶ ἀποκύειν τέτταρα ἑκάστην· μείω γε μὴν τῶν τριῶν οὔτε αἴξ Ἰνδικὴ οὔτ’ ἂν ὅϊς ποτὲ τέκοι. καὶ τοῖς μὲν προβάτοις αἱ οὐραὶ πρὸς τὸν πόδα τέτανται, αἱ δὲ αἶγες μηκίστας ἔχουσιν ὥστε ἐπιψαύειν γῆς ὀλίγου. τῶν μὲν οὖν ὀΐων τῶν τίκτειν ἀγαθῶν ἀποκόπτουσι τὰς οὐρὰς οἱ νομεῖς, ἵνα βαίνωνται, ἐκ δὲ τῆς πιμελῆς τῆς τούτων καὶ ἔλαιον ἀποθλίβουσι· τῶν δὲ ἀρρένων διατέμνουσι τὰς οὐράς, καὶ ἐξαιροῦσι τὸ στέαρ καὶ ἐπιρράπτουσι καὶ ἑνοῦται πάλιν ἡ τομὴ καὶ ἀφανίζεται τὰ ἴχνη αὐτῆς.