Ancient Greek · ~5 min
534 to 543
Aristophanes of Byzantium, Historiae Animalium Epitome 534-543
Not analysed yet
(534) Πρόβατα δέ φασιν ἐν τῷ Πόντῳ γίνεσθαι καὶ αὐτά γε οὐκ ἔχεν χολήν, ἐν δὲ τῇ Νάξῳ τῇ νήσῳ καὶ δίχολα. (535) ἐν Αἰθιοπίᾳ δέ εἰσι πρόβατα ἔρια μὲν οὐ φέροντα, καμήλου δὲ τρίχας ἔχοντα. (536) ἐν δὲ τοῖς κρυμώδεσι τόποις τοῦ κρύους ἐνακμάσαντος ἄχολά ἐστι τὰ πρόβατα, καθειργμένα δὲ ἄρα καὶ τοῦ χιλοῦ τοῦ νέου μὴ μεταλαμβάνοντα τοιαῦτα εὑρίσκεται, καὶ τοῦτο μᾶλλον φιλεῖ παρακολουθεῖν τοῖς Σκυθικοῖς, εἶτα ὑπαρχομένου τοῦ ἧρος καὶ προιόντα ἐπὶ τὰς νομὰς τῆς χολῆς τὸ ἐντεῦθεν ὑποπίμπλαται. (537) ἐν μέντοι Λυκίᾳ κείρουσι τὰς αἶγας ὥσπερ τὰ πρόβατα· δασύταται γάρ εἰσι, καὶ οἱ τεχνῖται τῆς τῶν νεῶν ἐργασίας τὰς σειρὰς ἐξ αὐτῶν συμπλέκουσιν ὡς τοὺς κάλους ἄλλοι. (538) ἐν δὲ τοῖς περὶ τὸν Καρίσκον Βουδιανοῖς οἰκοῦσιν οὐ γίνεται ἐκεῖ πρόβατον λευκόν, ἀλλὰ πάντα μέλανα, ὡς Ἀριστοτέλης φησίν. (539) ἐν Ἰνδοῖς δὲ Κωὑθά τις κώμη λέγεται, καὶ ταῖς αἰξὶ ταῖς ἐπιχωρίoις οἱ νομεῖς ἰχθύας ξηροὺς παραβάλλουσιν ὡς χιλόν. Ὀρθαγόρας ταῦτά φησι. (540) Λιβόων δὲ τὰ πρόβατά εἰσι μικρὰ κατὰ τοὺς ἄρνας. (541) αἱ δὲ Κάσπιαι αἶγες . (542)αἱ Σκύριαι γάλα ἀφθονώτατον παρέχουσιν ὅσον οὐκ ἄλλαι αἶγες. (543) Ἀριστοτέλης μέντοι φησἰν ἐν χωρίῳ τινὶ Λιβύων τὰς αἶγας τοῦ στήθους τοὺς μαστοὺς ἔχειν ἀπηρτημένους.