Ancient Greek · ~6 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 546
Not analysed yet
(546) Λόγον δὲ Ἰταλὸν τῇ Συβαριτῶν πόλει συνακμάσαντος ἔργου μνημονεύοντα καὶ φοιτήσαντα εἰς ἐμὲ εἰπεῖν οὐ χεῖρόν ἐστι. τὴν ἡλικίαν 9 προβατεῖαι] Ael. I. c. IV 32 (p. 94,6—17 Herch.) 18 Ἁλέξανδρος] Ael. I. c. V 27 (p. 122,1—7 Herch.) 23 λόγον] Ael. 1. e. VI 42 (p. 157,7—158, 2 Herch.) ἀρτίπαις, αἰπόλος τὸ ἐπιτήδευμα, ὄνομα Κρᾶθις, εἰς ὁρμὴν ἀφροδίσιον ἐμπεσὼν τῇ τῶν αἰγῶν ἰδεῖν ὡραιοτάτῃ μίγνυται καὶ τῇ ὁμιλίᾳ ἥσθη καὶ εἴ ποτε ἐδεῖτο ἀφροδίτης ὡς αὐτὴν ἐφοίτα, καὶ εἶχεν ἐρωμένην αὐτήν· καὶ μέντοι καὶ οἷα λαμβάνειν ἐδύνατο δῶρα, τοιαῦτα ὁ ἐραστὴς αἰπόλος τῇ ἐρωμένῃ τῇ προειρημένῃ προσέφερε, καὶ κισσοῦ ποτε καὶ σχίνου τοὺς ὡραιοτάτους ἀκρεμόνας καὶ σμίλακος πολλάκις τραγεῖν παρέσχε, τὸ στόμα ἀποφαίνων αὐτῷ, εἰ δεηθείη φιλῆσαι, εὐῶδες αὐτῆς. ἀλλὰ καὶ στιβάδα ἐγκαθεύδειν ὡς νύμφῃ παρεσκεύαζεν ἁβροτάτην τε καὶ μαλθακίν· oὔκουν ⟩μελῶς ταῦτα ἐθεᾶτο τῆς ἀγέλης ἡγεμὼν ὁ τράγος, ἀλλ᾿ αὐτὀν εἴσεισι ζηλοτυπία. καὶ κατέκρυπτε μὲν τέως τὸν θυμόν, καθήμενον δὲ αὐτόν ποτε ἐλλοχᾷ καὶ καθεύδοντα· ἦν δὲ ἄρα ἐμβαλὼν τὸ πρόσωπον εἰς τὸν κόλπον. ὡς οὖν εἶχε δυνάμεως τῇ κεφαλῇ προσέρρηξε καὶ διέθρυψέν οἱ τὸ βρέγμα. διαρρεῖ τοίνυν εἰς τοὺς ἐπιχωρίους τὰ πραχθέντα, καὶ τῷ μὲν οὐκ ἀφανῆ τάφον ἀνέστησαν, ἐξ αὐτοῦ δὲ τὸν ποταμὸν Κρᾶθιν ὠνόμασαν. γίνεται δὲ ἐκ τῆς ὁμιλίας τῆς πρὸς τὴν αἶγα παιδίον, καὶ ἦν αἴξ οἱ τὰ σκέλη, τὸ πρόσωπον ἄνθρωπος. τοῦτον καὶ ἐκθεωθῆναι λόγος ἔχει καὶ θεὸν ὑλαῖόν τε καὶ ναπαῖον νομισθῆναι τὸν αὐτόν. μετειληχέναι δὴ καὶ ζηλοτυπίας τὰ ζῷα ὁ τράγος διδάσκει.