Ancient Greek · ~1 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 547
Not analysed yet
(547) Αἱ αἶγες μέλλοντα ὑετὸν προδηλοῦσιν. ἐπειδὰν γὰρ προέλθωσι τῶν σηκῶν, δρόμῳ καὶ μάλα γε ὤκιστα ὁρμῶσιν ἐπὶ τὸν χιλόν· εἶτα ἐμπλησθεῖσαι αὐτὰς ἐπιστρέφουσιν ἐς τὰ οἰκεῖα, καὶ ὁρῶσαι ἐκεῖσε οὕτω νέμονται τὸν ποιμένα ἀναμένουσαι ἴνα τὴν ταχίστην συνελάσῃ αὐτάς.