Ancient Greek · ~7 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 549
Not analysed yet
(549) Αἰγες ἄγριοι τὰς Λιβύων ἄκρας ἐπιστείβοντές εἰσι κατὰ τοὺς . βοῦς τὸ μέγεθος ἰδεῖν. τούς γε μὴν μηροὺς καὶ τὰ στέρνα καὶ τοὺς τραχήλους κομῶσι θριξὶ δασυτάταις καὶ σὺν τούτοις καὶ τὴν γένυν. τὰ. μέτωπα μὴν ἀγκύλοι καὶ περιφερεῖς καὶ τὰ ὄμματα χαροποί, σκέλη δὲ αὐτοῖς ἐστι κολοβὰ καὶ κέρατα μετὰ τὴν πρώτην συμφυὴν ἀλλήλων ἀπηρτημένα καὶ πλάγια· οὐ γάρ τί που κατὰ τὰς ὀρειβάτας αἶγας τὰς ἄλλας ὀρθά ἐστι· κατίασι δ᾿ ἐγκάρσια καὶ εἰς τοὺς ὤμους προήκοντα. οὕτως ἄρα μήκιστά έστθβ· ἐκ δὲ τῶν λόφων τῶν ὑπεράκρων (ἐπίπλας οἱ νομευτικοὶ φιλοῦσιν ὀνομάζειν ποιητῶν παῖδες) ῥᾳδίως εἰς ἕτερον πά⟨γον πη)δῶσιν· ἁλτικώτατοι γὰρ αἰγῶν ἁπάντων οἵδε εἰσίν. εἴ γε μὴν καὶ πέσῃ τις πορρωτέρω τοῦ ὑποδεξομένου ὄντος αὐτὸν ἢ ὡς ἐκείνου ἐφικέσθαι, τῷ δὲ ἄρα μελῶν περίεστι τοσοῦτον, κράτος, ὡς ἀσινῆ μένειν κατενεχθέντα αὐτόν. θραύει γοῦν οὐδὲ ἕν, εἰ καὶ πέσῃ κατὰ ῥωγάδος, οὐ κέρας οὐ βρέγμα· ἔστι δὲ καρτερὰ καὶ προσόμοια τῇ ταῖς πέτραις ἀντιτυπίᾳ. οἱ πλεῖστοι μὲν τούτων ἐν ταῖς ἀκρωρείαις αὐταῖς ἄρκυσι καὶ ἀκοντίοις καὶ ποδάγραις αἱροῦνται, σοφίᾳ δὲ ἄρα τῇ τε ἄλλῃ κυνηγέταις ἀνδράσι καὶ γοῦν καὶ αἰγοθήραις ἁλίσκονται. θηρῶνται δὲ καὶ ἐν πεδίοις καὶ φυγεῖν ἐνταῦθα ἀσθενεῖς εἰσιν. αἱρήσει γοῦν αὐτοὺς καὶ ὅστις ἐστὶ βραδὺς τοὺς πόδας. ἔχουσι δὲ ἀγαθὰς δορὰς καὶ κέρατα. καὶ ἡ μὲν δορὰ ἐν χειμῶσι τοῖς σφοδροτάτοις τὸν κρυμὸν ἀποσοβεῖ καὶ ἀπὸ νομευτικῶν καὶ ὑλουργῶν ἀνθρώπων· κέρατα δὲ χρηστὰ εἰς τὸ ποιῆσαι ἐκπώματα καὶ ἀπὸ ποταμοῦ ἀρύσασθαι καὶ πιεῖν ἢ πηγῆς τινος ἀνατελλούσης ἐν ὥρᾳ θέρους. παρέχει δὲ ἀμυστὶ ποιεῖν τοῖς ἀνθρώποις οὐδὲν μεῖον μεγίστων ἐκπωμάτων ἕως καὶ αὔξειν τὸ ἆσθμα καὶ ἀποσβέσαι τὸ ὑπεκκαῖον πᾶν καὶ ἀναφλέγον. οὐκοῦν καὶ εἰ τὰ ἔνδον καθαρθείη ὑπό τινος κερατογλύφου, καὶ τρεῖς μετρητὰς ἂν δέξηται αὐτῶν τὸ ἕτερον.