Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 550
Not analysed yet
(550) Νυμφόδωρος λέγει τὴν Σαρδὼ εἶναι θρεμμάτων μητέρα ἀγαθήν. θαυμάσαι δὲ ἄξιον. τίκτει ζῷον τὰς αἶγας αὕτη. τὰς γάρ τοι δορὰς τοῖς |ἐπιχωρίοις ἠσθῆσθαι καὶ εἶναι σκέπην· καὶ διὰ χειμῶνος μὲν ἀλεαίνειν, ψύχειν δὲ ἐν τῷ θέρει φύσει τινὶ ἀπορρήτῳ· συμπεφυκέναι δὲ ἄρα ταῖς δοραῖς καὶ πήχεως τὴν τρίχα. τοῦ φορήματος δὲ τούτου ἔοικε χρῆναι διὰ μὲν τοῦ κρυμοῦ τὰς τρίχας εἰς τὸν χρῶτα ἐπιστρέφειν διὰ δὲ τοῦ θέρους ἔξω, εἰ μέλλοι ὁ ἠσθημένος διὰ μὲν τοῦ κρυμοῦ θάλπεσθαι, διὰ δὲ τοῦ θ έρους μὴ ἀποπνίγεσθαι.