Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 554
Not analysed yet
(554) Αἰσχυλίδης ἐν τοῖς περὶ γεωργίας κατὰ τὴν Κίων γῆν πρόβατα γίνεσθαι ὀλίγα ἑκάστῳ τῶν γεωργῶν φησι. τὸ δὲ αἴτιον λεπτόγεων τε εἶναι τὴν Κίον ἰσχυρῶς καὶ νομὰς οὐκ ἔχειν· κύτισον δὲ καὶ θρία ἐμβάλλειν καὶ τῆς ἐλαίας τὰ ῥεύσαντα φύλλα, καὶ μέντοι καὶ τῶν ὀσπρίων ἂχυρα ποικίλα τε καὶ ποικίλων ἐκείνοις ἀγαθῶν εἶναι ταῦτα δεῖπνον, παρασπείρειν δὲ καὶ ἀκάνθας, γίνεσθαι δὲ ἐξ αὐτῶν γάλα καὶ τοῦτο τυρούμενον τυρὸν ἐργάζεσθαι κάλλιστον· καλεῖσθαι δὲ αὐτὸν Καόθιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς καὶ πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.