Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 553
Not analysed yet
(553) Ὕεται Ἰνδῶν ἡ γῆ διὰ τοῦ ἦρος μέλιτι ὑγρῷ καὶ ἔτι πλέον ἡ Πραισίων χώρα, ὅπερ οὖν ἐμπῖπτον ταῖς πόαις καὶ ταῖς τῶν ἑλείων καλάμων κόμαις, νομὰς τοῖς βουσὶ καὶ τοῖς προβάτοις παρέχει θαυμαστάς, καὶ τὰ μὲν ζῷα ἑστιᾶται τήνδε τὴν ἡδίστην τροφήν· μάλιστα γὰρ ἐνταῦθα οἱ νομεῖς ἄγουστν αὐτά, ἔνθα καὶ μᾶλλον ἡ δρόσος ἡ γλυκεῖα κάθηται πεσοῦσα, ἀντεφεστιᾷ δὲ καὶ τὰ ζῷα τοὺς νομέας· ἀμέλγουσι γὰρ περιγλύκιστον γάλα, καὶ οὐ δέονται ἀναμίξαι αὐτῷ μέλι, ὅπερ δρῶσιν Ἕλληνες.