Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 556
Not analysed yet
(556) Ἐκ τοῦ Κτησίου. Τὰ πρόβατα τῶν Ἰνδῶν αἵ τε αἶγες μείζονες ὄνων τῶν μεγίστων εἰσὶ καὶ |τίκτει ἑκάστη ὄις καὶ εἴξ ὡς ἐπὶ τὸ πολύ· τριῶν δὲ οὔτε τις ὄῖς οὔτε αἴξ ἐλάσσω τίκτει· αἱ δὲ πλεῖσται τέσσαρα. ἔχουσι δὲ οὐρὰς πλατείας αἵ τε ὄϊς καὶ αἱ αἶγες καὶ μακρὰς καὶ ὀλίγου αὐτῆς τῆς τῆς ψαυούσας· αἱ δὲ καὶ ἕλκουσιν ἐπὶ τῆς γῆς τὰς κέρκους. ἔχουσι δὲ ὅσον πήχεως τὸ πλάτος. τῶν μὲν οὖν τοκάδων ὀΐων ἀπογτέμνουσι τὰς κέρκους· οὐ γὰρ οἷαί τε βαίνεσθαί εἰσιν, ἐὰν μὴ ἀποτμηθῶσιν αἱ οὐραί. καὶ ἐσθίειν ἡδύ ἐστι πάνυ τοῦτο . ὀ ς δὲ ἔχει ἑκάστη καὶ δέκα μνᾶς ἕλκουσα, πέντε δὲ ἑκάστη ἡ μικροτάτη οὐρά. ἔλαιον δὲ ποιοῦσιν ἀπὸ τοῦ στέατος τούτου, καὶ ἐπὶ τῷ ὄψῳ τούτῳ μάλιστα χρῶνται τῷ ἐλαίῳ. τῶν δὲ ἀρσένων ἰΐων ἀνασχίσαντες τὴν κέρκον ἐξαιροῦσιν ὁλκὴν τρεῖς μνᾶς, ἐνίων δὲ καὶ τέσσαρας, εἶτα συνάψαντες ὑγιεῖς ποιοῦσιν. εἰ γὰρ καὶ μὴ ἦν τοῦτο ποιεῖν, οὐκ ἂν ἐδύναντο αἱ ὄϊς τὰς κέρκους φέρειν. τοῦτο δὲ ποιοῦσι δι’ ἐνιαυτοῦ ἀεί. φύει γοῦν αὖθις τὸ στέαρ καὶ γίνεται ἡ κέρκος ᾖπερ καὶ τὸ πρότερον ἦν. ἐν δὲ τοῖς Πυγμαίοις, ὥσπερ καὶ αὐτοὶ μικροί εἰσιν, οὕτως καὶ τὰ πρόβατα μικρά ἐστιν αὐτῶν καὶ τὰλλα πάντα.