Ancient Greek · ~3 min
557 to 559
Aristophanes of Byzantium, Historiae Animalium Epitome 557-559
Not analysed yet
(557) Ἐκ τοῦ Ἀριστοτέλους Περὶ παραδόξων ἀκουσμάτων. Αἱ ἐν Κεφαλληνίᾳ αἰγες οὐ πίνουσιν, ὡς ἔοικεν, ὥσπερ καὶ τὰ λοιπὰ τετράποδα· τράποδα· καθ’ ἡμέραν δὲ πρὸς τὸ πέλαγος ἀντία τὰ πρόσωπα ποιήσασαι, χάσκουσιν εἰσδεχόμεναι τὰ πνεύματα. (558) παρὰ τοῖς Ὀμβρικοῖς φασι τὰ βοσκήματα τίκτειν τρὶς τοῦ ἐνιαυτοῦ, καὶ τοὺς καρποὺς αὐτοῖς τὴν γῆν πολλαπλασίους ἀνίεσθαι τῶν καταβαλλομένων. εἶναι δὲ καὶ τὰς γυναῖκας πουγόνους καὶ σπανίως ἐν τίκτειν, τὰς δὲ πλείους δύο καὶ τρία. καὶ περὶ τὸ Λύκειον καὶ Μεγάλην πόλιν τὴν ἐν Πελοποννήσῳ. (559) λέγεται δὲ καὶ ἐν Ἰλλυριοῖς τίκτειν τὰ βοσκήματα δὶς τοῦ ἐνιαυτοῦ, καὶ τὰ πλεῖστα διδυμοτοκεῖν, καὶ πολλὰ δὲ τρεῖς καὶ τέσσαρας ἐρίφους τίκτειν, ἐνίοτε δὲ καὶ πέντε καὶ πλείους. ἔτι δὲ καὶ γάλακτος ἀφιέναι ῥᾳδίως τρία ἡμίχοα. λέγουσι δὲ καὶ τὰς ἀλεκτορίδας οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις. ἅπαξ φέρειν, ἀλλὰ καὶ πλεονάκες.