Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 56-2
Not analysed yet
(56) Ὅτι τῶν κυνηγῶν τούτων, οὕς οἱ νομάδες Ἀκαθάρτους καλεῖν εἰώθασι τὸ μὲν πρὸς ἑσπέραν ἀπόσπασμα Αἰθιόπων νέμονται οὕς καλοῦσι Σιμούς, τὰ δὲ πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος οἱ καλούμενοι Στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες, ἐκ τούτων βιοῦσι, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. πολεμούμενοι δὲ ὑπὸ τῶν φιμῶν οὗτοι, τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται, μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο.