Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 57-2
Not analysed yet
(57) Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. ὑπὸ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ’ αὐτοῖς καὶ ζέφυροι πνέουσι παμμεγέθεις, ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. ἀπὸ τούτων τῶν ζῴων τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. καπνῷ δὲ ταῦτα θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. οὖτοι. κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι· ζῶσι δὲ οὐ πλείω τῶν τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχὺ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομέναν, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου τὴν ἐπιφάνειαν. οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δὲ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμυτάτας συμβαίνει ὀδύνας. οὖτοι μὲν οὖν, εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε τὸν ἀέρα ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται.