Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 578
Not analysed yet
(578) κοεῖ δὲ δέκα μῆνας· τῷ δὲ ἑνδεκάτῳ τίκτει ὀρθή. εὐτοκωτάτη τετραπόδων πάντων καὶ κάθαρσιν οὐκ ἀφίησι πολλήν. καὶ τεκοῦσα εὐθέως τὸ χόριον κατεσθίει, καθάπερ καὶ αἱ κύνες καὶ ὁ ἀσκαλαβώτης τὸ γῆρας· καὶ τὸ ἐπιπεφυκὸς δὲ ἐπὶ τοῦ μετώπου τοῦ πωλαρίου, λεγόμενον δὲ ἱππομανὲς εὐθέως κατέδεται. ἔστι δὲ τοῦτο τῷ μεγέθει ἔλαττον ἰσχάδος, μέλαν, πλατύ, περιφερές· ἐὰν δέ τις αὐτὸ φθάσας καὶ λαθὼν τέμῃ καὶ ἀπενέγκῃ, ἐπιγνῴῃ δὲ ἡ ἵππος, μαίνεται καὶ οὐκ ἠρεμεῖ ἕως ἐπιλάθηται.