Ancient Greek · ~1 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 577
Not analysed yet
(577) ἄρχεται δὲ ὀχεύειν ὁ ἄρρην καὶ ὀχεύεσθαι ἡ θήλεια τριετεῖς γεγονότες· βιώσιμα δὲ γεννᾷ τριετὴς τίκτουσα· συλλαμβάνει δὲ ἕως τριακονταετὴς γένηται. ὀχεύει δὲ ὁ ἄρρην καὶ γόνιμα ποιεῖ ἕως τριῶν καὶ τριάκοντα ἐτῶν, καὶ μάλιστα θέλει βαίνειν ὁ ἵππος ἐπὶ τὰς ἀψήκτους καὶ ἀκαθάρτους καὶ ῥυπαράς.