Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 580
Not analysed yet
(280) ὀργᾷ δὲ ἡ ἵππος πρὸς τὴν συνουσίαν μεγάλως· καὶ γὰρ ἱππομανοῦσί τινες αὐτῶν καὶ τρέχουσι ὁτὲ μὲν πρὸς νότον, ὁτὲ δὲ πρὸς βορρᾶν, καὶ οὐδένα ἐῶσι πλησιάζειν μέχρις οὗ πρὸς θάλασσαν ἐλθοῦσαι ἤ τινα ἄλλον τόπον ἐκβάλωσι τὴν ἐπιλεγομένην καπρίαν ἐκ τῆς φύσεως, ὅ ἐστι σαρκίδιον λευκόν, λεπτόν. τοῦτο δὲ λέγουσί τινες εἶναι τὸ ἱππομανές, ἀλλ’ οὐ τὸ ἐπὶ τοῦ πώλου ἐπιμέμφεται φυόμενον ὅ αὐτὴ κατέδεται. προϊέναι δὲ καὶ περὶ τὸν χρόνον τοῦ καπριᾶν τὴν φωνὴν ὀξεῖαν, καὶ τὴν κέρκον πυκνὰ κινοῦσι καὶ ῥεῖ αὐταῖς ἐκ τῶν αἰδοίων ὅμοιον γονῇ.