Ancient Greek · ~4 min
581 to 586
Aristophanes of Byzantium, Historiae Animalium Epitome 581-586
Not analysed yet
(581)ἐκβάλλουσι δὲ καὶ πρὸ τοῦ καιροῦ τὰ ἔμβρυα ἐάν τις αὐταῖς κυούσαις προσάγῃ πρὸς τοὺς δι ὸ καὶ κωλύονται οἱ τρέφοντες εἰσφ ος καὶ ὀ ὄνος τὸ ἐξουρεῖν τὴν γονήν. οὐκ ἀναβαίνει δ᾿ ὁ ἴππος ἐπὶ τῆν μητέρα, καὶ εἴ ποτε παραλογισαμένου τοῦ ἱπποφορβοῦ ἀναβαίη ἐπὶ τὴν μητέρα, τοὺ δὲ ἐπιβάντος καὶ ὀχεύσαντος μετὰ ταῦτα α κρημνίσαι ἑαυτόν. (582) νοσοῦσι δὲ οἱ ἵπποι πλείοσι νοσήμασι, ποδάγρᾳ καὶ ἰλεῷ καὶ τετάνῳ καὶ ἐμπυήσεσι καὶ κριθιάσει. ἔστι δ᾿ ἡ κριθίασις ὠμότης μετὰ στρόφου, ὁ δὲ τέτανος σπασμός, ἠ δὲ ἰλεώδης νόσος κοιλιακή τις διάθεσις, ἡ δὲ ἐμπύησις ἐν ὑπογαστρίῳ, ἡ δὲ ποδάγρα περὶ τὰ ἄρθρα ὀδύνη. γίνεται δὲ καὶ περὶ μόνον τὸν ἵππον δυσουρίασις. (583) χαίρει δ’ ὁ ἵππος πολλῷ ποτῷ καθαρῷ, τροφῇ δ’ ὡς ὅτι μάλιστα νοστιμωτάτῃ καὶ καθαρᾷ. (584) ζῇ δ’ ὡς ἐπὶ τὸ πολὺ ἔτη τριάκοντα. (585) Αἰλιανοῦ, ἵπποι δ’ εἰς πόλεμον παριόντες ὑπόπτους ἔχουσι τάφρους τε καὶ σταυροὺς καὶ βόθρους καὶ σκόλοπας. (586) δυνατοὶ δὲ καὶ εἰς ὄρχησιν ἐκπαιδεύεσθαι ἵπποι, εἴ τῳ καταθύμιον εἴη καθάπερ τοῖς Συβαρίταις.