Ancient Greek · ~6 min
588 to 596
Aristophanes of Byzantium, Historiae Animalium Epitome 588-596
Not analysed yet
(588) Λίβυς δὲ ἵππος ὀφθῆναι μὲν ἀπρεπής, εὔδρομος δέ, ὥσπερ εἴρηται, φέρει δὲ οὗτος καὶ ἀχαλίνωτος εἶναι. (589) Οἱ Θετταλοὶ ἵπποι δεινοὶ μὲν εἰς τὸ συνελάσαι θηρίον, ἀγαθοὶ δὲ εἰς ἅμιλλαν· ἐριστικοὶ γάρ. μέγεθος δέ εἰσι σύμμετροι, τὰς πλευρὰς ἀσαρκότεροι, γαστέρα ἀνεσταλμένοι, τράχηλον περιφερεῖς, ἐξ ἦς τῇ καθέδρᾳ τὰ νῶτα ἰσοτενεῖς. (590) Οἱ δὲ Ἀρκάδες ἵπποι δεινὸν βλέπουσι καὶ τὴν ὀφρῦν αἴσι. ἡ ῥὶς ἐπαγγελίαν φρυάγματος ἔχει καὶ τόπιν τῶν ποδῶν· ἀτιμάζουσι δὲ ὑ αὐ κοί εἰσι τὴν ὁπλήν. (591) Κυρηναἴοι δὲ ἵπποι πεφύκασιν εἰς ἅρματα καλοὶ καὶ ξυνωρίδας. (592) Οἱ ἐν Σκυθίᾳ εἰς πολεμόν εἰσι καλοί· θαρσεῖ γὰρ καὶ οὐ δέδιε, καὶ τῷ ἀναβάτῃ συμπάσχει, καὶ πεσόντι παροκλάζει· φιλάνθρωπον γάρ ἐστιν ἵππος Σκόθης. (593) Οἱ δὲ Νισαῖοι ὡραῖοί εἰσι, καὶ τῷ σώματι τοὺς ἄλλους ὑπερφέρουσι, καὶ εἰσὶ καλοὶ τῷ χαλινῷ, καὶ θράσος ἐν δεινοῖς πολέμοις κτῶνται, καὶ παραγγελμάτων ἀκροαταὶ εἶναι παιδεύονται, καὶ σάλπιγγι διεγείρονται, καὶ εἰσὶν ἀγέρωχοι, μέγιστοι δὲ τὸ σῶμά εἰσι καὶ ὑγρότατοι, ὑψαύχενες, εὔσαρκοι καὶ τοῖς ποσὶ τὴν γῆν κροτοῦντες. (594) Ἶπποι δὲ Μαυρούσιοι εἴτ’ οὖν Λιβυκοὶ πηδήματίεἰσιν εὔκολοι, εὔκοιλοι τὴν ὀσφὺν καὶ ἰχνευτικοὶ καὶ σχολαίῳ βαδίσματι θηρευτικῷ ἁμιλλώμενοι τοῖς κυσί, καὶ τὰς ἐκτροπὰς τῶν θηρίων ἐποπτεύοντες καὶ σοφῶς καὶ ἀφόβως διώκοντες αὐτά· ἀνέκπληκτοι δέ εἰσι πρὸς δόρατα καὶ τὰς σάλπιγγας, ὠκύτατοι δὲ καὶ εὐάγωγοι, δίψης ἀνεχόμενοι, ἥκιστα βουλιμιῶντες. (595) Τευθρανίας δὲ καὶ Λέσβου ἵπποι θυμοῦ ἐπαγγελίαν καὶ ὅπλων κτύπους συνιᾶσιν. (596) Ἀρμένιοι δὲ σώματι εὐμεγέθεις εἰσὶ καὶ χρεμετιστικοί, πλατύνωτοι δὲ καὶ βοώδεις, ῥάχιν ὑπέρσαρκοι.