Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 587
Not analysed yet
(587) ἵππος δὲ πιὼν ἐκ τοῦ Κοσσινίτου ποταμοῦ (ἔστι δὲ οὗτος ἐν Θρᾴκῃ) δεινῶς ἐκθηριοῦται· ἐκδίδωσι δὲ ὁ ποταμὸς οὗτος εἰς τὴν Ἀβδηριτῶν καὶ ἀναλίσκεται εἰς τὴν Βιστονικὴν λίμνην. Ὠρώτας δὲ καὶ Ἀδρασίους λέγουσι τοῖς ἵπποις ἰχθύας ἀντὶ χόρτου παραβάλλειν, Μακεδόνας δὲ καὶ Λυδοὺς οὐχὶ τοῖς ἵπποις μόνον ἀλλὰ καὶ τοῖς προβάτοις, Κελτοὺς δέ φασι καὶ ἐν βουσὶ τοῦτο ποιεῖν. ἐν δὲ Μυσοῖς ἀναβαινομένων τῶν θηλειῶν ἵππων ἐπηύλουν τινὲς ὡς ἂν τάχιστά τε ἐγκυμονήσωσιν ὑπὸ τοῦ μέλους θελγόμεναι καὶ καλοὺς ἀποτέκωσι τοὺς πώλους. Ἰστέον ὅτι ἐν τῷ πλάτει αὐτὰ οὐχ εὗρον.