Ancient Greek · ~6 min
598 to 609
Aristophanes of Byzantium, Historiae Animalium Epitome 598-609
Not analysed yet
(598) Ἴπποι δὲ τὰ ἐκ τοῦ κενεῶνος εἰς τὰς ὠμοπλάτας πολυ δεκατριῶν πλευρῶν ὄντες, τῶν ἄλλων δώδεκα ἐχόντων. (599) Ἐαι ἵπποι ἐμβριθεῖς εἰσι καὶ ἡμερώτατοι καὶ ἀναβαίνεσθαι κάλλιστοι, τὴν ῥάχιν κοίλην ἔχοντες, διὰ δὲ τῶν ἰσχίων προβαίνοντες, πλατεῖς, μέγιστοι καὶ τὸ φρόνημα κυδρότατοι· οὐ μὴν γίνονται πολλοὶ τοιοῦτοι. (600) Κυρηναῖοι δὲ ἵπποι ξανθόχροοι εἰσι καὶ καλοί. ῥάχιον καὶ ὀσφὺν ἐντονώτατοι καὶ λιπώδεις. (601) Λύδιοι δὲ ἵπποι μεγάλοι τὰ σώματά εἰσι καὶ κάλλιστοι, τὴν κεφαλὴν προμήκεις, εὔστερνοι, τὴν οὐρὰν δασεῖς, ἐριστικοί. ὄμμα μαλακοί, τὴν ἶριν οἰνωποί, εὔκομοι, τὸ ἧθος εὐπειθεῖς, δυσχείμεροι, ἀπαλοὶ τὴν σιαγόνα, ἐγχέμαλοι ἀγαθοὶ καὶ ζυγὸν ὑποδῦναι ἄριστοι. (602) Λευκανοὶ δὲ ἵπποι φαῦλοι, μικροὶ τὸ σῶμα, δυσειδεῖς τὸ χρῶμα, αἰσχροὶ τὰς ὄψεις, ὑπὸ ζυγὸν δὲ ἐργαστικώτατοι. (603) Μῆδοι δὲ ἵπποι μέσοι εἰσίν, ὧτα δὲ ἔχουσι μικρά, καὶ πρὸς καῦμα ἀπαγορεύουσι δυσπνοίᾳ. (604) Σαυρομάται δὲ ἵπποι μείζους τῶν Ἰβήρων εἰσίν, οὐ μὴν εὐσαρκότερο, ἀνάγωγοι δέ εἰσι. (605) Κενταύρειοι δέ τινες ἵπποι καλοῦνται ἐν Θετταλίᾳ, ὧν αἱ ῥάχεις μετρίως κεκοίλανται εἰς ἀσφαλῆ καθέδραν τοῦ ἱππέως. (606) Ἰβήριοι δὲ ἵπποι μικροὶ καὶ θηρατικοί· πιστεύονται δὲ οὖτοι ἀπ’ ἀγρίων ἵππων γεγονέναι. λεῖοι δὲ, ὀξεῖς πρὸς δρόμον, βαδίσαι δὲ ἀφυεῖς. (607) Καππάδοκες δὲ Ἀρμένιοιεἶναί μοι δοκοῦσιν καὶ Φρύγες. κατὰ τὰ αὐτὰ δὲ τοῖς Δαλμάταις εἰσὶ πάντες, ὡς ἐπὶ πολὺ τοιοῦτοι γινόμενοι. (608) Ὀδρύσαι δὲ Θρᾳκῶν ὀλίγον βελτίους. μεγάλοι τε `εγέθει, χαλεποὶ τιθασεύεσθαι, δηκτικώτατοι, ἄψηκτοι τὰς ὠμοπλάτας. (609) Σικελοὶ δὲ ἵπποι ταὸτὸν ἂν ἤσαν τοῖς |ανφω καλ'ὶ γένοιντο ἂν καὶ ἂριστοι, ἵππων δὲ φ ῶροι, φίλυδροι, θυμοειδεῖς, φιλότιμοι. σώφρονες