Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 610
Not analysed yet
(610) Τοῦ αὐτοῦ ἐκ τοῦ πλάτους. Ἔστι μὲν καὶ ἔκ τῶν ἄλλων ὁ ἵππος γαῦρον· καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ τάχος αὐτὸν καὶ τοῦχένος τὸ ὑψηλὸν καὶ ἡ τῶν σκελῶν ὑγρότης καὶ ἡ τῶν ὁπλῶν κροῦσις, πάντα εἰς φρύαγμα καὶ τῦφον ἄγει· μάλιστα δὲ κομῶσα ἵππος ἁβρότατόν ἐστι καὶ θρυπτικώτατον. ἀτιμάζειν γοῦν ἀναβῆναι τοὺς ὄνους αὐτήν, ἵππῳ δὲ ὀχευομένη ἥδεται, καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι, ἀποθρίξαντες τῆς ἵππου τὴν χαίτην εἰκῇ καὶ ὡς ἔτυχεν, εἶτα μέντοι τοὺς ὄνους ἐπάγουσιν· ἡ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον αἰδουμένη. καὶ Σοφοκλῆς δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους.