Ancient Greek · ~2 min
611 to 612
Aristophanes of Byzantium, Historiae Animalium Epitome 611-612
Not analysed yet
(611) Τὰ βρέφη τῶν ἵππων ὅταν αἱ μητέρες καταλίπωσι πρὸ τῆς ἐκείνων ἐκθρέψεως οἷον ὀρφανά, ἐκτρέφουσι μετὰ τῶν οἰκείων παίδων οἰκτείρουσαι αἱ ἄλλαι αὐτά. (612) Ἵππους μνοκέρους γῆ Ἰνδικὴ τίκτει. φασί. καὶ ὄνους μονοκέρους ἡ αὐτὴ τρέφει, καὶ γίνεται καί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλῃ δηλητήρον, ὁ πιὼν οὐ βλαβήσεται· ἔοικε γὰρ ἀμυν τήριον τοῦ κακοῦ τὸ κέρας καὶ τὸ τοῦ ἵππου καὶ τὸ τοῦ ὄνου εἶναι.