Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 614
Not analysed yet
(614) Ἀκούω τὸν Σκυθῶν βασιλέα (τὸ δὲ ὄνομα |εἰδὼς ἐῶ· τί γάρ μοι καὶ λυσιτελές ἐστιν;) ἵππον σπουδαίαν ἔχειν πᾶσαν ἀρετήν, ὅσην ἵπποι καὶ ἀπαιτοῦνται καὶ ἀποδείκνυνται, ἔχειν δὲ καὶ υἱὸν αὐτῆς ἐκείνης τῶν ἄλλων ἀρετῇ διαπρέποντα. οὔκουν εὑρίσκοντα οὔτε ἐκείνην ἄλλῳ παραβαλεῖν ἀξίῳ, οὔτε ἐκεῖνον ἄλλῃ ἐπαγαγεῖν τὸ ἐξ αὐτοῦ λαβεῖν σπέρμα ἀγαθῇ καὶ διὰ ταῦτα ἄμφω συναγαγεῖν ἐς τὸ ἔργον· τοὺς δὲ τὰ μὲν ἕτερα ἀσπάζεσθαι σφᾶς καὶ φιλοφρονεῖσθαι, οὐ μὴν ἐγχρίπτεσθαι. οὐκοῦν ἐπεὶ τῆς ἐπιβουλῆς τοῦ Σκύθου σοφώτερα ἦν τὰ ζῷα, ἐπηλύρασεν ἱματίοις τὸν καὶ τήν, καὶ ἐξειργάσαντο τὸ ἔκνομόν τε καὶ ἔκδικον ἐκεῖνο ἔργον. ὡς δὲ ἄμφω συνεῖδον τὸ πραχθέν, εἶτα μέντοι τὸ ἀσέβημα διελύσαντο θανάτῳ, πηδήσαντα κατὰ κρημνοῦ.