Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 615
Not analysed yet
(615) Λέγει Εὔδημος ἵππου νέας καὶ τῶν νεμομένων τῆς ἀρίστης ἐρασθῆναι τὸν ἱπποκόμον, ὥσπερ οὖν καλῆς μείρακος καὶ τῶν ἐν τῷ χωρίῳ ὡρικωτέρας πασῶν. καὶ τὰ μὲν πρῶτα ἐγκαρτερεῖν, τελευτῶντα δὲ ἐπιτολμῆσαι τῷ λέχει τῷ ξένῳ καὶ ὁμιλεῖν αὐτῇ. τῇ δὲ εἶναι πῶλον, καὶ τοῦτον καλόν, θεασάμενόν γε μὴν τὸ πραττόμενον ἀλγῆσαι, ὥσπερ οὖν τυραννουμένης ἄνδρα, εἶτα μέντοι καὶ φυλάξαι ἔνθα ἐτάφη καὶ φοιτῶντα ἀνορύττειν αὐτόν, καὶ ἐνυβρίζειν τῷ νεκρῷ καὶ λυμαίνεσθαι λύμην ποικίλην, οὐκ αἰσθανόμενος ἀλγοῦντα αὐτόν.