Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 62
Not analysed yet
(62) ἀλλὰ μὴν οὐδ’ ἀπ’ ἀμφοτέρων ἀρέσκει, λέγω δὴ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, φέρεσθαι τὸ σπέρμα. εἰ γὰρ ἀπ’ ἀμφοτέρων καὶ ὅλων τῶν σωμάτων ἡ φορά, ἐχρῆν δύο γίνεσθαι ζῷα, ἄρρεν καὶ θῆλυ· ἐξ ἑκατέρου γὰρ σώματος καὶ ἐκ παντὸς μέρους πάντα ἐξίησι. συμβάλλεται οὖν, φησί, τὸ θῆλυ πρὸς ζωογονίαν οὐ σπέρματος ματος ποιούμενον ἄφεσιν, καθάπερ ὁ ἀνήρ, ἀλλ’ ὕλην τινὰ παρεχόμενον τὴν τῶν καταμηνίων ποσὴν ὑγρασίαν, ἔστι δὲ καταμήνια ἂπεπτον περίττωμα· καθάπερ ἐν ταῖς κοιλίαις ἀπέπτοις ὑπαρχούσαις ἐπακολουθεῖ διάρροια, οὕτω καὶ ἐν ταῖς φλεψὶ ταῖς φερούσαις εἰς τὴν ὁστέραν ἡ τῶν καταμηνίων γίνεται νεται ἔκκρισις κατὰ τὴν ἀπεψίαν· εἰσὶ γὰρ αἱ ὑστέραι πέρατα φλεβῶν.