Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 61
Not analysed yet
(61) χρῆται δὲ καὶ ἄλλοις πλείοσι συλλογισμοῖς. ἔοικεν οὖν, φησίν, ὅσον ἐπὶ τῇ αἰσθήσει μᾶλλον φέρεσθαι ἀπὸ τῶν περὶ κεφαλὴν τόπων· καὶ γὰρ οἱ πλειστάκις συνουσιάσαντες ὁρῶνται, φησί, κοίλους ἔχοντες τοὺς ὀφθαλμούς, καὶ οἱ βουλόμενοι ἐπιγνῶναι, εἰ γόνιμόν ἐστι τὸ τοῦ ἀνδρὸς σπέρμα ἢ οὐχ, χρίσαντες τοὺς ὀφθαλμοὺς ὑπαλείμματί τινι συνουσιάζουσι· καὶ ἐὰν μὲν συγχρωθῇ τὸ ἀποκριθὲν σπέρμα τῷ ὑπαλείμματι, γόνιμόν ἐστιν, εἰ δὲ μή, ἂγονον, ὡς διὰ τῶν πόρων τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ τοῦ ἐγκεφάλου συνεκκρινομένου τοῦ μέλλοντος γόνιμον ποιήσειν τὸ σπέρμα.