Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 621
Not analysed yet
(621) Ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνα λέγεται. α⟨ἱ ἵπποι εἰς ἁρμα>τηλασίαν ἐπιτηδειότεραι εἶναι πιστεύονται. πυνθάνομαι δὲ τοὺς ἂνδρας τοὺς πωλευτικοὺς λέγειν ὅτι ἄρα χαίρουσιν ἵπποι λουτρῷ τε καὶ ἀλοιφῇ; ὅτι δὲ καὶ μόρῳ ἐχρίοντο ἵπποι, Σιμωνίδης ἐν τοῖς ἰάμβοις λέγειι. Πέρσαι δὲ μετὰ τὴν Κόρου μάχην τὴν ἐν Λυδίᾳ καμήλους τοῖς ἵπποις συντρέφουσι, τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων εἰς αὐτοὺς ἐξαπτόμενον ἐκβάλλειν πειρώμενοι τῇ συντροφίᾳ.