Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 620
Not analysed yet
(620) λέγεται δὲ καὶ ἵππου τὰ οὖρα εἰ ἐπισχεθῇ, παρθένον λύσασαν ἣν φορεῖ ζώνην ἐὰν αὐτὸν παίῃ κατὰ τοῦ προσώπου τῇ ζώνῃ, παραχρῆμα ἐξουρεῖν ἀθρόως καὶ τῆς ὀδύνης παύεσθαι. θήλειαν δὲ ἵππον εἰς ἀφροδίσιν λυττήσασαν πάνυ σφόδρα παῦσαι ῥᾳδίως ἔστιν, ὡς Ἀριστοτέλης λέγει, εἴ τις αὐτῆς ἀποκείραι τὰς κατὰ τοῦ τένοντος τρίχας· αἰδεῖται γάρ, καὶ οὐκ ἀγανακτήσει, καὶ παύεται τῆς ὕβρεως καὶ τοῦ σκιρτήματος τοῦ πολλοῦ, κατηφήσασα ἐπὶ τῇ αἰσχύνῃ. τοῦτό τοι καὶ Σοφοκλῆς αἰνίττεται ἐν τῇ Τύρῳ τῷ δράματι· πεποίηται δέ οἱ αὕτη λέγουσα, καὶ ἅ λέγει ταῦτά ἐστι· κόμης δὲ πένθος λαχανοπώλου δίκην, ἥτις συναρπασθεῖσα βουκόλων ὕπο μάνδραισιν ἱππείαισιν ἀγρίᾳ χερὶ θέρος θερισθῇ ξανθὸν αὐχένων ἄπο, σπασθεῖσα δ’ ἐν λειμῶνι ποταμίων ποτῶν ἴδῃ σκιᾶς εἴδωλον αὐγασθεῖσ’ ὑπὸ, κουραῖς ἀτίμως διατετιλμένης φόβης. κεῦαν ἄν τις οἰκτιρμῶν τίς οἰκτείρει ὅν ἵππον ἴσουσιν αἰσχύνῃσιν, οἷα μαίνεται πενθοῦσα καὶ κλαίουσα τὴν πάρος φόβην.