Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 623
Not analysed yet
(623) Ἵππον δὲ ἄρα Ἰνδὸν κατασχεῖν καὶ ἀνακροῦσαι προπηδῶντα καὶ ἐκθέοντα οὐ παντὸς ἦν, ἀλλὰ τῶν ἐκ παιδὸς ἱππείαις πεπαιδευμένων. τοῦτο γὰρ αὐτοῖς ἐστιν ἐν ἔθει χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς καὶ ἰθύνειν, κημοῖς δὲ ἂρα κεντρωτοῖς· ἀκόλαστόν τε ἔχουσι τὴν γλῶτταν καὶ τὴν ὑπερῴαν ἀβασάνιστον· ἀναγκάζουσι δὲ αὐτοὺς ὅμως οἵδε οἱ τῆς ἱππείας σοφισταὶ περικυκλεῖν καὶ περιδινεῖσθαι ἐς ταὐτὸν στρεφομένους, καὶ περ εἰδον ἀστόμους. δεῖ δὲ ἄρα τῷ τοῦτο δράσοντι καὶ ῥώμης χειρῶν καὶ ἐπιστήμης εὖ μάλα ἱππικῆς. πειρῶνται δὲ οἱ προήκοντες εἰς ἄκρον τῆσδε τῆς σοφίας καὶ ἅρμα οὕτως περικυκλεῖν καὶ περιάγειν. εἴη δ’ ἄν ἀθλος οὐκ εὐκαταφρόνητος |ἀδηφάγων ἵππων τέτρωρον περιστρέφειν ῥᾳδίως. φέρει δὲ τὸ ἅρμα καὶ παραβάτας ὁ δὲ στραττώτης ἐλέφας ἐπὶ τοῦ καλουμένου θωρακίου ἢ καὶ νὴ Δία τοῦ τοῦ νώτου γυμνοῦ καὶ ἐλευθέρου φέρει πολεμιστὰς μὲν τρεῖς παρ᾿ ἑκάτερα βάλλοντας καὶ τὸν τρίτον κατόπιν, τέταρτον δὲ τὸν τὴν ἅρπην ἔχοντα διὰ χειρῶν καὶ ἐκείνῃ τὸν θῆρα ἱθύνοντα, ὠς οἴακι ναῦν κυβερνητικὸν ἄνδρα καὶ ἐπιστάτην τῆς νεώς.