Ancient Greek · ~4 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 66
Not analysed yet
(66) ἐχομένως δ’ ἀπορεῖ, πότερον τὸ συστὰν ἐν τῇ μήτρᾳ σπέρμα καὶ μιχθὲν τῇ τῆς θηλείας ἰκμάδι εὐθέως καὶ ψυχὴν ποιεῖ καὶ ψυχῆς μετέχει ἢ οὔ. καί φησιν ὡς ἀναγκαῖον αὐτῆς μετέχεν, μετέχει δὲ οὐ τοῦ νοεροῦ ἀλλὰ μόνον τοῦ θρεπτικοῦ. ζῆν γὰρ κατ’ ἀρχὰς ἐν τῇ μήτρᾳ τὰ ἔμβρυα φυτοῦ βίον ἔχοντα καὶ χρᾶσθαι καθάπερ τὰ φυτὰ τῇ γῇ. ὡς γὰρ ἐκεῖνα ταῖς ῥίζαις ἕλκει ἐκ τῆς γῆς τὴν τροφήν, οὕτως καὶ τὸ ἔμβρυον ῥίζῃ χρώμενον τῷ ὀμφαλῷ ἐκ τῆς μήτρας τὴν ὁλκὴν ποιεῖται τῆς τροφῆς. αὐξανόμενα δὲ τῷ χρόνῳ τὰ ἔμβρυα, ὅτε δὴ συμβαίνει ἀσᾶσθαι καὶ τὴν ἔχουσαν, τότε καὶ τοῦ νοεροῦ μέρους τῆς ψυχῆς συμβαίνει μετασχεῖν· ὅτε δὴ καὶ ζῷον ἂν δικαίως λέγοιτο, ἀλλ’ οὐκ ἔμβρυον· ἐνυπάρχει γὰρ ἐν τῷ καταβαλλομένῳ σπέρματι τῆς ψυχῆς τινα μόρια, ἂ ποιεῖ γόνιμον αὐτὸ εἶναι, ἐὰν μή τις πήρωσις αὐτῷ ἐπακολουθήσῃ.