Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 65
Not analysed yet
(65) ἐνίαις μὲν οὖν καὶ γινομένων τῶν καταμηνίων ἀτεκνία παρακολουθεῖ. συμβαίνει δὲ τοῦτο κατὰ πολλὰς αἰτίας γίνεσθαι. νεσθαι. καὶ γὰρ ἐὰν ᾖ εὐνουχώδης καὶ μικρὸν τὸν τράχηλον ἔχουσα οὐ συλλήψεται, καὶ ἐὰν ἐγκεκλεισμένας καὶ ἐὰν κωφὰς καὶ μὴ ἐστομωμένας τὰς ὑστέρας ἔχῃ, κἂν λίαν κάθυγρος ἦ· συνεξυγραίνει γὰρ τὸ τοῦ ἄρρενος σπέρμα· κἂν λίαν πάλιν κατάξηρος· ἀναληφθήσεται γὰρ καὶ ἀναξηρανθήσεται, ἐὰν μὴ καταβαίνῃ τὸ ἴδιον μέτρον. καὶ ἄλλαι δὲ πολλαὶ πηρώσεις ἀγονίας αἴτιαι καὶ τοῖς ἄρρεσι καὶ ταῖς θηλείαις ὑπάρχουσιν, ἀλλ’ ἐμοὶ τὰ νῦν οὐχ ὑπὲρ τούτων, ἀλλ’ ὑπὲρ τῶν κατὰ φύσιν συλλαμβανουσῶν εἴρηται.