Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 70
Not analysed yet
(70) μεταβάλλουσι δὲ ⟨καὶ⟩ τὰς ἔξεις καὶ οἱ ἄρρενες καὶ αἱ θήλειαι περὶ τὸν καιρόν, ὅτε ταῖς μὲν θηλείαις τὰ καταμήνια ἂρχεται, τοῖς δὲ ἄρρεσι τὸ σπέρμα. οἱ μὲν γὰρ ἐξ εὐέκτων κακόεκτοι γίνονται, οἱ δὲ ἐκ κακοέκτων εὔεκτοι. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν θηλειῶν λόγος. ὡς τοῖς μὲν εὐέκτοις γινομένοις συνεκκρινομένου σὺν τῷ σπέρματι τοῦ νοσοποιοῦντος αἰτίου καὶ οἱονεὶ καθαιρομένοις, τοῖς δὲ περὶ τὸν καιρὸν τῆς ἀφέσεως τοῦ σπέρματος νοσεροῖς καὶ ἀσθενέσι γινομένοις |σημεῖον ὡς ἐκ τοῦ οἰκείου καὶ τοῦ γνησίου πλείστην ἀποφορὰν συμβαίνει γίνεσθαι.