Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 69
Not analysed yet
(69) γίνονται δέ, ὡς προεῖπον, καὶ γυναῖκες καὶ ἄνδρες ἄγονοι διὰ τὸ πεπηρῶσθαι ἔστιν ὅτε αὐτῶν τὸν γόνον, ὅθεν καὶ δοκιμάζεται αὐτῶν τὸ σπέρμα, εἰ ἔστι γόνιμον ἢ οὔ, τὸν τρόπον τοῦτον· τῶν μὲν ἀνδρῶν ἐν ὕδατι χλιαρῷ. ἐὰν γὰρ πεσὸν εἰς τὸ ὕδωρ διαχυθῇ καὶ ἀπόληται, ἄγονόν ἐστιν, ἐὰν δὲ συστραφῇ καὶ ἐν αὐτῷ συστῇ γόνιμον· τὸ γὰρ πεπεμμένον παχύ, τὸ δὲ λεπτὸν ἄπεπτον, καὶ θερμὸν μὲν τὸ ἐν πέψει γεγονός, ψυχρὸν δὲ τὸ μήπω πεπεμμένον. τὰς δὲ γυναῖκας δοκιμάζουσι προσθέμασί τισιν, οἷον σκόροδα προσάγοντες πρὸς τὰ στόματα τῶν ὑστερῶν· κἂν μὲν ὄζῃ τὸ στόμα χανούσαις καὶ οἱ μυκτῆρες τοῦ σκορόδου, γόνιμός ἐστιν, εἰ δὲ μή, ἄγονός ἐστι. χρῶνται δὲ καὶ ἄλλαις δοκιμασίαις, ἅς οὐ χρὴ συγγράφειν στοχαζόμενον τῆς συντομίας.