Ancient Greek · ~5 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 77
Not analysed yet
(77) πρῶτον δέ φησι γίνεσθαι περὶ τὸ συλληφθὲν ἐν τῇ μήτρᾳ σπέρμα χρόαν μὲν ἐξηλλαγμένην ἅτε ἐξ ἐρυθροῦ τῆς θηλείας τῶν καταμηνίων ἀπολείμματος, ὃ δὴ καὶ ὕλης τάξιν ἐπέχει, καὶ ἐκ λευκοῦ τοῦ ἄρρενος σπέρματος· εἶτα περὶ ταῦτα ὑμένα λεπτὸν περιπήγνυσθαι, ὃν καλεῖσθαι χόριον. εἶτα πρῶτον διατυποῦσθαι πᾶσι τοῖς ἐναίμοις ζῴοις καρδίαν κατὰ λόγον φησίν. ὕστατον δὲ φθείρεται καρδία, πρῶτον ἂρα, φησί, γίνεται· τοῖς δ’ ἀναίμοις ζῴοις τὸ ἀνάλογον. λέγει δὲ ὡς τὰ ἐντόσθια τῶν ἐκτὸς πρότερον διαρθροῦται καὶ τούτων τὰ ἄνω μᾶλλον τοῦ διαζώματος ἤπερ τὰ κάτω. ἐκ δὲ τῆς καρδίας δύο ἀγγεῖα, ἀρτηρία τε καὶ φλέψ, πρῶται γίνονται, καὶ ἡ μὲν φλὲψ τροφῆς χάριν, ἡ δὲ ἀρτηρία φυλακῆς τοῦ συμφύτου πνεύματος. ταῦτα δὲ τὰ ἀγγεῖα πρόσφυσιν ἔχει πρὸς τῇ ὑστέρᾳ, καὶ περὶ ταῦτα γίνεται κέλυφός τι δερματικὸν τηρήσεως αὐτῶν καὶ φυλακῆς χάριν. ταῦτα δὲ τὰ ἀγγεῖα τὰ ἀπὸ καρδίας ἐκπεφυκότα καλεῖται ὀμφαλός· ἔστι γὰρ ὁ λεγόμενος ὀμφαλὸς οὐδὲν ἕτερον ἀλλ’ ἢ φλὲψ καὶ ἀρτηρία μία ἢ πλείονες ἐν ἐλύτρῳ δερματικῷ. αὗται οὖν αἱ φλέβες οἷον ῥίζαι τῇ ὑστέρᾳ προσήρτηνται, δι’ ὧν λαμβάνει τὸ ἔμβρυον τὴν αἱματικὴν τροφὴν καὶ αὔξεται καὶ τρέφεται.