Ancient Greek
75 to 76
Aristophanes of Byzantium, Historiae Animalium Epitome 75-76
Not analysed yet
(75) Φησὶ δὲ ὡς ἑπτὰ μόνον ἡμέρας ἐν τῇ μήτρᾳ τὸ σπέρμα κεκράτηκε. μετὰ δὲ τὰς ἑπτὰ μύσιν λαμβάνει τὸ στόμα τῆς μήτρας μέχρι μηνῶν ἑπτά, τῷ δὲ ὀγδόῳ διοίγεται, καὶ ὑποκαταβαίνει τότε τὰ ἔμβρυα. ἐὰν δὲ μήτε διοιχθῇ μήτε ὑποκαταβῇ τῷ ὀγδόῳ, ἐπισφαλές. (76) γίνονται δὲ αἱ ναυτίαι καὶ οἱ ἔμετοι ταῖς κυούσαις μέχρις οὖ ἡ ἀνακοπὴ τῶν καταμηνίων εἰς τοὺς μαστοὺς γένηται, καὶ τότε λήγουσιν ἀσώμεναι. ἀσῶνται δὲ καὶ ὅταν ἄρχηται τὸ βρέφος τρίχας φέρεν. εὐχρούστεραι δὲ διαμένουσι αἱ ἄρρενας ἔχουσαι, ἀχρούστεραι δὲ αἱ θηλυγόνοι. καὶ τὸ ὅλον δὲ τὰ ἄρρενα τῶν θηλειῶν ὡς ἐπὶ πολὺ ῥᾷον τίκτεται.