Ancient Greek · ~3 min
Volume 3b,347,T
Aristophanes of Byzantium, Testimonia 2
Not analysed yet
ATHEN. 13, 46 p. 583 DE: αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λε, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δ' ἔτι πλέονας, περιλειφθῆναι φάσκοντες ὑπὸ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· **τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην (αὕτη δὲ ἦν γναφέως θυγάτηρ). ἄγραφοι δ' εἰσὶν αὐτῶι Μεγίστη, Ἀγαλλίς, Θαυμάριον, Θεόκλεια (αὕτη δ' ἐπεκαλεῖτο Κορώνη), Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς.