Ancient Greek
Play IFF, lines 83-294
Aristophanes, Fragmenta 83-294
Not analysed yet
ὀ πίττομαι· οὐ πείθομαι. καὶ τοῦτο Βοιώ-
τιον.
μάτην ἄρα τὴν ὁδὸν ἀνύτομεν.
ἀνθρήνη: εἶδος μελίσσης. Ἀρίσταρχος. παρ'
ᾧ καὶ ἀνθρήνια, τὰ μελίσσια.
εἰ μὴ Προμηθεύς εἰμι, τἄλλα ψεύδομαι.
νεόφυτον (int. φυτόν, vel δένδρον)· εὐτελὲς
μὲν γὰρ τὸ ὄνομα, κέχρηται δὲ αὐτῷ Ἀριστοφάνης.
ἐγχειρητὴς δὲ καὶ ἐγχείρησις Ἀριστοφάνης.
Ἀριστοφάνης δὲ με-
λῳδὸς καὶ προσῳδὸς εἴρηκε. εἴρηκε δὲ καὶ
σύμποδα καὶ συνθήκην
μεσέγγυον τὴν μείρακα καταθέσθαι
Ἀριστοφάνης λέγει.
ὅτῳ δὲ τὰ σκεύη ἐκομίζετο,
σκευοφόριον μὲν τοῦτ' Ἀριστοφάνης καλεῖ τὸ ξύλον.
ἀγρὸν γὰρ ἔλαβεν
ἀργὸν παρ' αὐτοῦ.