Ancient Greek
156
Aristophanes, Fragmenta 156
Unproofread scanNot analysed yet
ἆρ’ ἔνδου ἀνδρῶν κεστρέων ἀποικία; ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται. Athenaeus 7, 307e εἶδος κεστρέων οἱ νήστεις. . . Ἀριστοφάνης Γηρυτάδῃ κτλ. ἐστὲ] ἐστὶ P. ἐστι BV. εἰσὶ Casaub. γιγνώσκεται PVL] γιγνώσκετε A. Aristot. H. an. 8, 4, 3 λαίμαργος μάλιστα τῶν ἰχθύων ἐστὶν ὁ κεστρεὺς καὶ ἄπληστος. 9, 25, 7 πάντα σχεδόν ἐστι σαρκοφάγα, πλὴν ὀλίγων, οἷον κεστρέως. Hesych. κεστρεῖς· τοὺς κεχηνότας καὶ πεινῶντας κεστρεῖς λέγουσι· καὶ τοὺς Ἀθηναίους οὕτω. . . προσηγόρευον· τὸ γὰρ ζῷον αὐτὸ λαίμαργόν τέ ἐστι καὶ ἄπληστον. Photius κεστρεῖς νήστεις (νήσας cod.) ἐκάλουν (τοὺς) κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες. καὶ ἡ παροιμία· κεστρεὺς νηστεύσεις· εἴρηται ἐπὶ τῶν δικαιοπραγούντων μέν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό· μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται. similiter Zenob. 4, 52 atque Athenaeus ipse 7, 307c. 308b. cf. Plat. 29. Amips. 1. Archipp. 12. Theopomp. 13. Antiphan. 217, 9. 10. Eubul. 68. ἀνδρῶν κεστρέων ridicule dixit, ut ἄνδρες ἰχθύες Ar- chipp. 29. apud comicos κεστρεῖς νήστιδες semper sunt misere fa- melici. apud inferos nescio quis legatos illos poetarum adloqui videtur.