Ancient Greek
274 to 285
Aristophanes, Fragmenta 274-285
Unproofread scanNot analysed yet
Pollux 9, 36 κωμήτας (Nub. 965) τοὺς γείτονας καὶ κωμήτιδας ὠνόμαζον. Ἀριστοφάνης γοῦν ἐν μὲν Δράμασιν ἢ Κενταύρῳ ἔφη· ἐν κωμήτισι καπηλοῖς ἐπίχαρτον. Bergkius κωμήτισιν καπήλισίν τ’ ἐπίχαρτον ἦν, versu pessimo. fortasse ἦν κωμήτισι πᾶσίν τε καπήλοις ἐπίχ. ,metro choriambico. cf. fr. 109. Athenaeus 14, 629c τὴν δ’ ἀπόκινον καλουμένην ὄρχησιν, ἧς μνημονεύει. . . Ἀριστοφάνης τ’ ἐν Κενταύρῳ καὶ ἄλλοι πλείονες, ὕστερον μακτρισμὸν ὠνόμασαν. cf. Eq. 20. Cratin. 120. λίθος δεκατάλαντος ὁ Ἀριστοφάνης ἐν Δράμασιν ἢ Κενταύρῳ. Pollux 9, 53. οἱ ἀναβασμοὶ τῆς κλίμακος ὡς ἐν Ἀριστοφάνους Δράμασιν ἢ Κενταύρῳ. Pollux 10, 171. cf. Eur. Helen. 1570. οἴμοι κακοδαίμων· ὁ λύχνος ἡμῖν οἴχεται. Athenaeus 15, 1561 Dind. ex cod. A ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησι. . . ἐν δὲ τῷ δευτέρῳ νιονω (Νιόβῳ Schweighaeus.) προειπὼν λυχνοῦχον (λύχνον Bergk.) οἴμοι κακοδαίμων φησὶν λυχνουχος (ὁ λύχνος Bergk.) ἡμῖν οἴχεται. εἶτ’ ἐπιφέρει καὶ πῶς επιρρασας καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον κἄλαθε; ἀλλ’ ὥσπερ λύχνος ὁμοιότατα καθεύδ’ ἐπὶ τοῦ λυχνιδίου. οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν. ὁ δ’ εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε Pollux 10, 185 οὗ μέντοι οἱ κεραμεῖς τὰς πλίνθους ἔπλαττον, πλινθεῖον καλεῖ τόπον ἐν Δράμασιν ἢ Νιόβῳ Ἀριστοφάνης, περὶ τοῦ Κυκλοβόρου τοῦ ποταμοῦ λέγων. tetrameter iambicus, in Schol. Eurip. Phoen. 159 περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν Εὐριπίδης ἐν Κρεσφόντῃ· καὶ δὶς ἐπ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν. ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ καὶ Ἀριστοφάνης δὲ ἐν Δράμασιν ἢ Νιόβῳ ὁμοίως ᾧ αὐτὰς λέγουσιν, εἶναι δὲ ἑπτὰ καὶ τοὺς ἄρρενας. ἐν Δράμασιν ἢ Νιόβῳ Dindf.] ἐν δράματι Νιόβης. δερμάτιον ἐντιθέμενον τῇ σμινύῃ, ὅταν ὁ στέλεχος ἀραιὸς ᾖ. καὶ ἔστι τοὔνομα ἐν τοῖς Ἀριστοφάνους Δράμασιν ἢ Νιόβῳ. Pollux 10, 166. τῇ σμινύῃ] ‘σμινύης? an ἐν σμινύῃ?’ Bekker. Hesych. καττύν· ἀπότομμα δερματίου. Photius καττυν (sic)· ἀπότομμα δερματίου βαλλόμενον εἰς τὴν στείλειάν, ὅταν μὴ σφίγγῃ. cf. καττύειν, κάττυμα.