Ancient Greek
308
Aristophanes, Fragmenta 308
Unproofread scanNot analysed yet
Schol. Thesmoph. 21 οἷόν τέ πού’ ἔστιν αἱ σοφαὶ ξυνουσίαι· διὰ τούτου φαίνεται ὑπονοῶν Εὐριπίδου εἶναι τὸ ‘σοφοὶ τύραννοι τῶν σοφῶν συνουσία’. ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Δοκροῦ. ἐνταῦθα μέντοι ὑπονοεῖ μόνον, ἐν δὲ τοῖς Ἥρωσιν ἄντικρυς ἀποφαίνεται. καὶ Ἀντισθένης καὶ Πλάτων (Theag. 125d. Reipubl. 8, 568a) Εὐριπίδου αὐτὸ εἶναι ἡγοῦνται, οὐκ ἔχω εἰπεῖν ὅ τι παθόντες. ἔοικε δὲ ἤτοι πεπλανημένος ἢ συνεξαπατῆσαι τοὺς ἄλλους, ὥσπερ ὑπονοοῦσι τινες συμπτώσεις τῷ τε Σοφοκλεῖ καὶ τῷ Εὐριπίδῃ, ὥσπερ καὶ ἐπὶ ἄλλων τινῶν· τὸ μέντοι δρᾶμα ἐν ᾧ Εὐριπίδης ταῦτα εἶπεν οὐ σῴζεται. cf. Eupol. 314. Sophoclis eum versum esse data opera demonstrat Aristides II 288, 2 (373, 2 Dindf.) .