Ancient Greek
51 to 60
Aristophanes, Fragmenta 51-60
Unproofread scanNot analysed yet
πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ. οὐχ ἑψητῶν λοπάς ἐστιν. καὶ μὴν χθές γ’ ἦν Πέρδιξ χωλός. ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἀπληρίδας ποιῶν ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν. ἀναχύρωτον τὸν πηλὸν Ἀριστοφάνης ἐν Ἀναγύρῳ λέγει. Pollux 7, 164. Ἀργεῖοι φῶρες ἐπὶ τῶν προδήλως πονηρῶν· οἱ γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ κωμῳδοῦνται. Ἀριστοφάνης Ἀναγύρῳ. Suidas. στόμια πριονωτά ᾄδειν τὸν Τερπάνδρου νόμον τὸν καλούμενον ὄρθιον. . . ἔστι δὲ καὶ ἐν Εὐναίᾳ καὶ ἐν Ἀναγύρῳ. Suidas. cf. Cratin. 67. τὸν πνιγέα ἐπὶ ἵππου Ἀριστοφάνης ἐν Ἀναγύρῳ λέγει. Pollux 10, 54. τὸ ὑπόθημα τοῦ ὅλμου, ὡς Ἀριστοφάνης ἐν Ἀναγύρῳ. Pollux 10, 114.