Ancient Greek
564
Aristophanes, Fragmenta 564
Unproofread scanNot analysed yet
Bekker. Anecd. 425, 3 ἀπίχθυς· τοὺς μὴ ἐσθιομένους ἰχθῦς. Ἀριστοφάνης Ὥραις. Pollux 6, 41 ἄπιχθυς παρὰ Ἀριστοφάνει ὁ ἰχθύων ἄγευστος. Eustathius 1720, 24 ἰστέον δὲ ὅτι ὁ παντελῶς ὀλίγος ἰχθὺς ἄπιχθυς ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἐδήλου τὸν μὴ ἐσθιόμενον. καὶ φέρουσιν ἐκεῖνοι χρῆσιν εἰς τοῦτο ἐκ τοῦ κωμικοῦ. ἐν μέντοι τῷ περὶ ὀνομασίας ἡλικιῶν τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ὅτι ἀπίχθυες κατά τινας οἱ μὴ ἐσθίοντες ἰχθῦς, καὶ φέγει ἐκεῖνος καὶ Ἀριστοφάνους χρῆσιν ἐξ Ἐρεχθέως ταύτην, τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ.