Ancient Greek
569
Aristophanes, Fragmenta 569
Unproofread scanNot analysed yet
A ὄψει δὲ χειμῶνος μέσον σικνούς, βότρυς, ὀπώραν, στεφάνους ἴων. . . κονιορτὸν ἐκτυφλοῦντα. αὐτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πνόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ἐρίχους δ’ ἴδοις ἂν νιφόμενους σύκων ὁμοῦ τε μύρτων· ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀμῶσιν. ὥστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐναντοῦ. μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. B κακὸν μὲν οὖν μέγιστον. εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο. ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. A κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν· ταύταις δ’ ὑπάρχει ταῦτ’, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. B ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. A τί δὴ σύ; B Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.